Λεπτομέρειες Κηρύγματος/Sermon Details

Ο Χριστός είναι ο μόνος Μεσίτης μεταξύ Θεού και ανθρώπου.


Player needs JavaScript turned on.

ΚΑΙ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ ῾Ωσηὲ υἱῷ ᾿Ηλὰ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Εζεκίας υἱὸς ῎Αχαζ βασιλέως ᾿Ιούδα. 2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῎Αβου θυγάτηρ Ζαχαρίου. 3 καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 4 αὐτὸς ἐξῇρε τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ ᾿Ισραὴλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν. 5 ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ ἤλπισε, καὶ μετ᾿ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν ᾿Ιούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ· 6 καὶ ἐκολλήθη τῷ Κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐφύλαξε τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·

 

Additional information